Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.169 Joseph. AJ 8.173 (English) >>Joseph. AJ 8.176

8.171πάντα μὲν γάρ, εἶπεν, βασιλεῦ, τὰ διʼ ἀκοῆς εἰς γνῶσιν ἐρχόμενα μετʼ ἀπιστίας παραγίνεται, τῶν δὲ σῶν ἀγαθῶν, ὧν αὐτός τε ἔχεις ἐν αὑτῷ, λέγω δὲ τὴν σοφίαν καὶ τὴν φρόνησιν, καὶ ὧν βασιλεία σοι δίδωσιν, οὐ ψευδὴς ἄρα φήμη πρὸς ἡμᾶς διῆλθεν, ἀλλʼ οὖσα ἀληθὴς πολὺ 8.172καταδεεστέραν τὴν εὐδαιμονίαν ἀπέφηνεν ἧς ὁρῶ νῦν παροῦσα τὰς μὲν γὰρ ἀκοὰς πείθειν ἐπεχείρει μόνον, τὸ δὲ ἀξίωμα τῶν πραγμάτων οὐχ οὕτως ἐποίει γνώριμον, ὡς ὄψις αὐτὸ καὶ τὸ παρʼ αὐτοῖς εἶναι συνίστησιν. ἐγὼ γοῦν οὐδὲ τοῖς ἀπαγγελλομένοις διὰ πλῆθος καὶ μέγεθος ὧν ἐπυνθανόμην πιστεύουσα πολλῷ πλείω τούτων ἱστόρηκα. 8.173καὶ μακάριόν τε τὸν Ἑβραίων λαὸν εἶναι κρίνω δούλους τε τοὺς σοὺς καὶ φίλους, οἳ καθʼ ἡμέραν τῆς σῆς ἀπολαύουσιν ὄψεως καὶ τῆς σῆς σοφίας ἀκροώμενοι διατελοῦσιν. εὐλογήσειεν ἄν τις τὸν θεὸν ἀγαπήσαντα τήνδε τὴν χώραν καὶ τοὺς ἐν αὐτῇ κατοικοῦντας οὕτως, ὥστε σὲ ποιῆσαι βασιλέα.” 8.174

Παραστήσασα δὲ καὶ διὰ τῶν λόγων, πῶς αὐτὴν διέθηκεν βασιλεύς, ἔτι καὶ ταῖς δωρεαῖς τὴν διάνοιαν αὐτῆς ἐποίησε φανεράν· εἴκοσι μὲν γὰρ αὐτῷ τάλαντα ἔδωκε χρυσίου ἀρωμάτων τε πλῆθος ἀσυλλόγιστον καὶ λίθον πολυτελῆ· λέγουσι δʼ ὅτι καὶ τὴν τοῦ ὀποβαλσάμου ῥίζαν, ἣν ἔτι νῦν ἡμῶν χώρα φέρει, δούσης ταύτης τῆς γυναικὸς ἔχομεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.169 Joseph. AJ 8.173 (English) >>Joseph. AJ 8.176

Powered by PhiloLogic